
Εἰς μνήμην τῶν ἀδελφῶν Ποντίων δημοσιεύουμε τον κατωτέρω παρακλητικό κανόνα τοῦ Χαραλάμπους Μ. Μπούσια Δρ. Χημικοῦ, Μεγἀλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας Πρέσβεως Καλῆς Θελήσεως ὑπὲρ τοῦ τοῦ Τάματος τοῦ Ἔθνους.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟ ΑΝΩΝΥΜΟΝ ΠΛΗΘΟΣ ΤΩΝ ΠΟΝΤΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ
Ἡ μνήμη αὐτῶν τιμᾶται τῇ ΙΘ΄ Μαΐου. Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια Πρέσβυν Καλῆς Θελήσεως Τοῦ Σωματείου οἱ Φίλοι τοῦ Τάματος τοῦ Ἔθνους . Ἀθήνα 1997
.+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+..+.
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ “Κύριε εἰσάκουσον” μεθ’ ὃ τὸ “Θεὸς Κύριος”, ὡς συνήθως, καὶ τὸ ἑξῆς:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεομαρτύρων ἀνωνύμων Ποντίων τὸν θεοσύλλεκτον τιμήσωμεν δῆμον κραυγάζοντες· μὴ παύσησθε Χριστὸν ἐκτενῶς δυσωποῦντες, Ἅγιοι, ἀθληταὶ τροπαιοῦχοι, πέμψαι τοῖς ἐν θλίψεσι ζοφεραῖς εὐσεβέσι χαρὰν ὑψόθεν καὶ τῶν λυπηρῶν διῶξαι πόρρω ἡμῶν τὴν σκοτόμαιναν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ” ΠΟΝΤΙΟΙΣ ΑΝΑΤΕΙΛΟΝ, ΣΩΤΕΡ, ΗΜΑΡ ΕΛΕΥΘΕΡΟΝ. Χ. “
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ποντίοις ἀνάτειλον, Λυτρωτά, ἐλεύθερον ἦμαρ καὶ ταχεῖαν ἐπιστροφὴν εἰς πάνσεπτα πάτρια ἐδάφη θερμαῖς λιταῖς ἀφανῶν νεάθλων σου.
Ὁδὸν τῆς ἀθλήσεως ἀκλινῶς προκρίναντες πάντες ἀπαρνήσεως ζοφερᾶς τῆς πίστεως, Πόντιοι γενναῖοι, Χριστὸν ἡμῖν τὸν θεὸν ἱλεώσασθε.
Νεόδρεπτα κρίνα τῆς εὐανθοῦς ἀρούρης τοῦ Πόντου, τοὺς προστρέχοντας νῦν ὑμῖν ἐμπλήσατε θείας εὐωδίας καὶ καρτερίας ἀφάτου, δεόμεθα.
Τειχίσατε, ἅγιοι ἀφανεῖς τοῦ Πόντου, πρεσβείαις θεοτόκου, τοῦ Σουμελᾶ κλείσματος θείου, εὐσεβοῦντας ὑμῶν ἀόκνοις πρὸς Κτίστην ἐντεύξεσι.
Θεοτοκίον
Ἱλέωσαι Κύριον τὸν θεὸν ἡμῖν, θεοτόκε, μάνδρας σέμνωμα Σουμελᾶ, Σωφρόνιος ἥνπερ καὶ Βαρνάβας τῇ θεϊκῇ συνεργείᾳ ἐδόμησαν.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόφωτον σέλας τῆς τοῦ Χριστοῦ πίστεως πάντων νεοάθλων Ποντίων, ζόφον ἐκδίωξον τῆς ἀνανδρείας ἡμῶν ὡς ἀνδρικῇ παῤῥησίᾳ ὑπομεῖναν θάνατον ἄγαν κατώδυνον.
Ἱκετεύομεν πόθῳ, περικλεεῖς μάρτυρες, πόλεις καὶ τὰς κώμας τοῦ Πόντου οἱ ἁγιάσαντες ὑμῶν αἱμάτων ῥοαῖς, ἡμᾶς ἐμπλήσατε θάρρους Ἄγαρ τρῶσαι φρύαγμα τέκνων τὸ ἀείθεες.
Σθεναρῶς ἀντιστῆναι ἐπιβουλῇ, Ἅγιοι, Ἄγαρ τῶν υἱῶν τῶν βεβήλων καταξιώσατε τοὺς ἀνυμνοῦντας ὑμᾶς, Ποντίων ἴα εὐώδη, μάρτυρες πανένδοξοι νέοι τῆς πίστεως.
Θεοτοκίον
Ἀκριτῶν χριστωνύμων τὸ ἀῤῥαγὲς τείχισμα, Μῆτερ τοῦ Θεοῦ γλυκυτάτη, Σουμελιώτισσα, ῥῦσαι ἡμᾶς συμφορῶν καὶ ἐπιστρέψαι Ποντίους εἰς πατρῴαν, Δέσποινα, χθόνα ἀξίωσον.
Διάσωσον, τῶν ἀνωνύμων μαρτύρων πληθὺς Ποντίων, σαῖς πρεσβείαις πρὸς τὸν Χριστὸν τοὺς πάσχοντας πρόσφυγας καὶ στένοντας, οἴμοι, πικρῶς ἐν ξένῃ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων Χριστοῦ Ποντίων θεῖον σύνταγμα, κτανθὲν ἰταμῶς χερσὶν ἀνόμων ἐν ἔτεσιν ἐσχάτοις, ἀνώνυμοι ἀθλοφόροι, Χριστὸν ἱκετεύσατε λυτροῦσθαι γένος ἅπαν εὐσεβῶν κινδύνων, δεινῶν καὶ περιστάσεων.
Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νεαυγέστατον πύρσευμα ἀφανῶν Ποντίων μαρτύρων πίστεως, τοὺς κειμένους καταφώτισον ἐν σκιᾷ δουλείας καὶ στερήσεων.
Ἀπειράριθμοι μάρτυρες, οἱ χερσὶ κτανθέντες ἐχθρῶν τῆς πίστεως ἐν τῷ Πόντῳ ὥσπερ σφάγια, νίκας κατ’ ἐχθρῶν πιστοῖς δωρήσασθε.
Ταῖς ὑμῶν παρακλήσεσιν, ἀφανεῖς πρὸς Κύριον, νεομάρτυρες, τὰς πληγὰς ὡς συμπαθέστατοι τῶν ψυχῶν Ποντίων ἰατρεύσατε.
Θεοτοκίον
Εὐϊλάτου Παντάνακτος Μῆτερ καὶ Ποντίων, Σουμελιώτισσα, ἀρωγέ, ὑψόθεν ἔπιδε καὶ ἡμῶν ἀπόσμηξον τὰ δάκρυα.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδετε δεινὰ τῶν Ποντίων, οἱ ἐκλάμψαντες ἐν τῇ χώρᾳ ταύτῃ ἄρτι, ἀθληταί, καὶ ἡμῖν ὑπομονὴν καὶ πίστιν δίδοτε.
Λάμψατε ἡμῖν τοῖς μακρὰν εὑρισκομένοις νῦν φῶς πατρῴων ἑστιῶν ἐπιστροφῆς τηλαυγές, φωσφόροι Πόντιοι ἀνώνυμοι.
Ὅμιλε σεπτέ δοξασάντων ταῖς ἐκχύσεσι τῶν αἱμάτων ἄρτι Κύριον, ἀεὶ ἐν τῷ Πόντῳ σοὺς ὁμαίμονας ἐπόπτευε.
Θεοτοκίον
Νύκτα ζοφεράν, ἀγλαὴ Σουμελιώτισσα, στεναγμῶν καὶ τυραννίδος τοῦ ἐχθροῦ ἀφ’ ἡμῶν τῶν προστρεχόντων σοι ἐκδίωξον.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Σαλπίσατε τὸν παιᾶνα, μάρτυρες, τῆς τροπώσεως τῶν Ἄγαρ ἐκγόνων καὶ νίκης τρόπαιον στήσατε τάχος Χριστιανῶν Ὀρθοδόξων, πανεύφημοι, Ποντίων δῆμοι ἀφανεῖς σὺν Χριστῷ οἱ ἀεὶ εὐφραινόμενοι.
Ὡς ἔχοντες παῤῥησίαν, ἅγιοι, Τραπεζοῦντος, Ἀμασείας, Σινώπης, Ἀργυρουπόλεώς τε Κοτυώρων καὶ τῶν περάτων τοῦ Πόντου ἀνώνυμοι, τὸν Λυτρωτὴν ὑπὲρ ἡμῶν μὴ ἐλλίπητε καθικετεύοντες.
Τὸ πάμφωτον νέφος ἀνυμνήσωμεν τῶν Ποντίων ἀνωνύμων μαρτύρων, ἱεραρχῶν, μοναχῶν, ἱερέων καὶ φιλοθέου λαοῦ ἀνακράζοντες· ἐλευθερίας ὑετὸν ἐν δουλείᾳ κειμένοις ὀμβρίσατε.
Θεοτοκίον
Εὐφρόσυνον ἦμαρ ἐξανάτειλον ταῖς χορείαις τῶν Ποντίων προσφύγων, Σουμελιώτισσα, πάγκαλε Μῆτερ τοῦ Λυτρωτοῦ, καὶ τὸν ζόφον ἀπέλασον τῶν λυπηρῶν καὶ συμφορῶν ἀφ’ ἡμῶν ταῖς ἀπαύστοις πρεσβείαις σου.
Διάσωσον τῶν ἀνωνύμων μαρτύρων πληθὺς Ποντίων, σαῖς πρεσβείαις πρὸς τὸν Χριστὸν τοὺς πάσχοντας πρόσφυγας καὶ στένοντας, οἴμοι, πικρῶς ἐν ξένῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Νεομαρτύρων χορεία, πανεύφημε, σεμνῶν Ποντίων ἡδύπνευστα λείρια, ἀνώνυμον πλῆθος στεῤῥόψυχον, δυσώπει Χριστὸν πέμψαι ἅπασιν ἡμῖν θείαν χάριν καὶ ἔλεος.
Προκείμενον. Θαυμαστὸς ὁ θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Λουκ. ιη΄ 2-8.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δέ τις ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς; Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.
Δόξα. Ταῖς τῶν ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον,…
Καὶ νῦν. Ταῖς τῆς θεοτόκου πρεσβείαις, Ἐλεῆμον,…
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πόντιοι ἀνώνυμοι
καὶ ἀφανεῖς ἀθλοφόροι,
οἱ ἐχθρῶν πατήσαντες
ἐπηρμένον φρύαγμα
καὶ ἀθλήσαντες
ὥσπερ ἀσώματοι
ἐν ἐσχάτοις χρόνοις,
ἐκτενῶς καθικετεύσατε
Χριστὸν τὸν Κύριον
γένει τῷ ἡμῶν βλάβης ῥύεσθαι
τοῦ ὄφεως, κακώσεων
τῶν ἐπερχομένων καὶ θλίψεων,
ἵνα κατὰ χρέος
ὑμνοῦντες τὴν ἐξ ὕψους ἀρωγὴν
ὑμῶν ἑκάστοτε μέλπωμεν
τὴν ὑμῶν ἐνάθλησιν.
Σῶσον, ὁ θεός, τὸν λαόν Σου….
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ, ἀθλοφόροι
ἀφανεῖς νέοι Πόντου,
ὑμῶν ἐντεύξεων
πρὸς τὸν ἀγωνοθέτην
καὶ Λυτρωτὴν τοῦ κόσμου
τοὺς χοροὺς ἁγιάσατε
τῶν μελῳδούντων ὑμῶν
τὴν ἀρετὴν καὶ τόλμην.
Ἡλιόφωτε δῆμε
ἀνωνύμων Ποντίων
μαρτύρων πίστεως,
Χριστοῦ τῆς Ἐκκλησίας
τὸ νοητὸν φαιδρύνας
εὐψυχίᾳ στερέωμα,
τῆς ἀθυμίας ἡμῶν
ἐξάλειψον τὰ νέφη.
Μαρτυρίου ταῖς τρίβοις
διὰ πίστιν ἁγίαν
ἀκολουθήσαντες,
δεινῶς αἰωρηθέντες
ἀγχόνῃ ἢ κτανθέντες
ξίφει, Πόντιοι μάρτυρες,
ἡμᾶς τῇ πίστει Χριστοῦ
στηρίξατε τῇ θείᾳ.
Θεοτοκίον
Ἀδελφοὺς κεκρυμμένους
διὰ φόβον τυράννων
ἐχθρῶν τῆς πίστεως
ἡμῶν τοὺς ἐν τῷ Πόντῳ
δεσμὰ τὰ τῆς δουλείας
χαλεπῶς ὑπομένοντας,
τοῦ Σουμελᾶ θαυμαστή,
ἐπίβλεψον, Παρθένε.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ῥύσασθε πάντας
τῆς τοῦ ἐχθροῦ τυραννίδος,
ἀθλοφόροι ἀνώνυμοι Πόντου,
οἱ τῆς τῶν ἀνόμων
μὴ πτήξαντες μανίας.
Ἄνδρες, γυναῖκες
καὶ ἀπειρόκακα βρέφη,
νέφος θεῖον μαρτύρων τοῦ Πόντου,
ἴτε παραστάται
ἡμῶν ἐν βίου ζάλαις.
Λάμψαντες θάρσει
ψυχῆς ὡς σέλας ἐν Πόντῳ
φωτοφόρον διώξατε ζόφον
ἀτολμίας πάντων
ὑμῶν προσφύγων, θεῖοι.
Θεοτοκίον
Ὑπὲρ Ποντίων
ἁπανταχοῦ γῆς οἰκούντων,
Σουμελᾶ Θεοτόκε, δυσώπει
τὸν σεπτὸν Υἱόν σου
καὶ Λυτρωτὴν τοῦ κόσμου.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ποντίων ἀνωνύμων
ἀθλητῶν χορείαν
ἀνευφημήσωμεν κράζοντες· μάρτυρες,
ἡμῖν διδόναι εἰρήνην Χριστῷ πρεσβεύσατε.
Ὁμήγυριν Ποντίων
ἀφανῶν ἁγίων
ἐδαφισάντων υἱῶν Ἄγαρ φρύαγμα
ἀνευφημοῦντες πρεσβείας αὐτῶν αἰτούμεθα.
Νεόφωτοι φωστῆρες
οἱ ἐν τῇ Ἑῴᾳ
ἀρτιφανῶς ἀνατείλαντες, μάρτυρες,
δουλείας πόῤῥω τὴν ζόφωσιν ἀπελάσατε.
Θεοτοκίον
Χαρίτων θείων φρέαρ,
δὸς πιεῖν τὸ ὕδωρ
τῆς σωτηρίας σοῖς δούλοις, πανύμνητε,
Σουμελιώτισσα Μῆτερ, τὸ διειδέστατον.
Ἄξιόν ἐστι …. καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ἀνωνύμων πανευκλεῶν
ἀθλητῶν χορεία,
ἡ ἐν Πόντῳ ἀρτιφανῶς
λάμψασα ἐνστάσει
στεῤῥᾷ καὶ μαρτυρίῳ
καὶ πᾶσαν Ἐκκλησίαν
καταγλαΐσασα.
Τὴν ἐξ ἱερέων, ἱεραρχῶν,
μοναστῶν καὶ πλήθους
ἀνωνύμων χριστιανῶν
συγκειμένην, δεῦτε,
πανένδοξον χορείαν
Ποντίων ἀθλοφόρων
ἐγκωμιάσωμεν.
Σέλας τὸ νεόφωτον τῆς Χριστοῦ
Ἐκκλησίας πάντες
ἀνυμνήσωμεν ἐκτενῶς,
ἀθλητὰς Ποντίους
γνωστοὺς καὶ ἀνωνύμους,
τοὺς λάμψαντας ἀνδρείᾳ
καὶ καρτερότητι.
Μάκτρῳ τῶν ἐνθέρμων ὑμῶν εὐχῶν
θλίψεις τῶν προσφύγων
ἀποσμήξατε τῶν ὑμῶν,
ἀφανεῖς γενναῖοι
νεόαθλοι, Κυρίου
τὸ ὄνομα οἱ πίστει
ὁμολογήσαντες.
Τὴν Σουμελιώτισσαν εὐλαβῶς
Θεοτόκον πάντες
σὺν Ἁγίων ἐπιφανῶν
δήμῳ καὶ μαρτύρων
νεοφανῶν χορείαις
οἱ Πόντιοι ἐκθύμως
ἀνευφημήσωμεν.
Οἱ χερσὶ κτανθέντες Ἄγαρ υἱῶν
ἰταμῶς ἐν χρόνοις
τοῖς ἐσχάτοις διὰ Χριστοῦ
πίστιν τὴν ἁγίαν
ἐν Πόντῳ, δυσωπεῖτε
τὸν Κτίστην καταπέμψαι
ἅπασιν ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀνωνύμων μαρτύρων Ποντίων σύλλογον
τῶν ἐν ἐσχάτοις τοῖς χρόνοις
ἀποκτανθέντων χερσὶ
μιαιφόνοις τῶν υἱῶν τῆς Ἄγαρ μέλψωμεν
κράζοντες· νέοι ἀθληταί,
τοῖς ἱκέταις τοῖς ὑμῶν
βραβεύσατε οὐρανόθεν
χαρὰν καὶ δύναμιν τρῶσαι
ἐχθρῶν ἀπίστων ἅπαν φρύαγμα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δῆμον ἀνωνύμων ἀθλητῶν,
ἀφανῶν Ποντίων ἁγίων
φωσφόρον σύνταγμα,
σύναξιν φιλόθεον
ἐγκωμιάσωμεν
οἱ πιστοὶ ἀνακράζοντες·
μὴ παύσησθε, θεῖοι
μάρτυρες, πρεσβεύοντες
τῷ Πανοικτίρμονι
νίκας κατ’ ἀπίστων δωρῆσαι
γένει χριστωνύμῳ καὶ στέψαι
πάντας τοὺς πιστοὺς ἀφθίτῳ στέμματι.
Δέσποινα, πρόσδεξαι….
Τὴν πᾶσαν ἐλπίδα μου…..
Δίστιχον
Δύναμιν ψυχῆς Χαραλάμπους συζύγῳ,
Παρέσῃ, δωρήσασθε, μάρτυρες Πόντου.
Τ Ε Λ Ο Σ Κ Α Ι Δ Ο Ξ Α Τ Ω Μ Ο Ν Ω , Α Λ Η Θ Ι Ν Ω Θ Ε Ω Η Μ Ω Ν
ΦΩΤΕΤΙΝΗ ΓΡΑΜΜΗ τηλ 210 3254321
https://www.fotgrammi.gr/επικαιρα/ποτέ-δεν-λησμονούμε-τήν-γενοκτονία-τω/











